Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.28 Dem. 25.31 (English) >>Dem. 25.34

25.30καὶ μὴν τι βούλεσθε τούτων ἧττόν ἐστι δεινὸν εἴ τις ἐξ ὧν οὗτός ἐστι μερῶν εἴποι τοῖς βιαζομένοις ἐξεῖναι λέγειν, τοῖς ἐκ τοῦ δεσμωτηρίου, τοῖς ὧν ἀπέκτεινεν δῆμος τοὺς πατέρας, τοῖς ἀποδεδοκιμασμένοις ἄρχειν λαχοῦσιν, τοῖς ὀφείλουσι τῷ δημοσίῳ, τοῖς καθάπαξ ἀτίμοις, τοῖς πονηροτάτοις καὶ δοκοῦσι καὶ οὖσι· πάντα γὰρ ταῦθʼ ὑπάρχει τούτῳ, καὶ πρόσεστι τοῖς οἷος οὗτός ἐστι τὴν φύσιν. ἐγὼ γάρ, ἄνδρες Ἀθηναῖοι, νομίζω μὲν αὐτὸν καὶ ἐφʼ οἷς νυνὶ ποιεῖ δικαίως ἂν ἀποθανεῖν, πολὺ μέντοι μᾶλλον, οὐδέν γʼ ἧττον, ἐφʼ οἷς δῆλός ἐστι ποιήσων, εἰ τὴν παρʼ ὑμῶν ἐξουσίαν λήψεται καὶ καιρόν· μὴ γένοιτο. 25.31 καὶ θαυμαστόν ἐστιν, εἴ τις ὑμῶν ἀγνοεῖ ὅτι ἐπὶ μὲν καλὸν χρηστὸν τῆς πόλεως ἄξιον πρᾶγμʼ οὐδὲν οὗτός ἐστι χρήσιμος (μὴ γάρ, Ζεῦ καὶ θεοί, τοσαύτη σπάνις ἀνδρῶν γένοιτο τῇ πόλει ὥστε παρʼ Ἀριστογείτονος τῶν καλῶν τι ποιήσασθαιἐφʼ δʼ ἂν καὶ χρήσαιτό τις τοιούτῳ θηρίῳ, ἀπεύχεσθαι τοῖς θεοῖς μὴ γενέσθαι δεῖ. εἰ δʼ ἄρα συμβαίη, μεῖζόν ἐστιν εὐτύχημα τῇ πόλει ἀπορῆσαι τοὺς βουλομένους ἐξαμαρτεῖν διʼ οὗ τοῦτο ποιήσουσιν, τοῦτον ἀφειμένον αὐτοῖς ἕτοιμον ὑπάρξαι. 25.32τί γὰρ οὗτος ὀκνήσειεν ἄν, ἄνδρες Ἀθηναῖοι, τῶν ἀνηκέστων δεινῶν, ἄνθρωπος μιαρὸς καὶ πατρικῆς ἔχθρας πρὸς τὸν δῆμον ἀνάμεστος; τίς δʼ ἂν ἄλλος μᾶλλον, μὴ γένοιτο, ἀνατρέψειεν τὴν πόλιν, εἰ λάβοιτʼ ἐξουσίας; οὐχ ὁρᾶθʼ ὅτι τῆς φύσεως αὐτοῦ καὶ πολιτείας οὐ λογισμὸς οὐδʼ αἰδὼς οὐδεμία, ἀλλʼ ἀπόνοιʼ ἡγεῖται, μᾶλλον δʼ ὅλον ἔστʼ ἀπόνοιʼ τούτου πολιτεία; μέγιστον μέν ἐστιν αὐτῷ τῷ ἔχοντι κακόν, δεινὸν δὲ καὶ χαλεπὸν πᾶσι, πόλει δʼ οὐκ ἀνεκτόν. γὰρ ἀπονενοημένος ἅπας ἑαυτὸν μὲν προεῖται καὶ τὴν ἐκ λογισμοῦ σωτηρίαν, ἐκ δὲ τοῦ παραδόξου καὶ παραλόγου, ἐὰν ἄρα σωθῇ, σῴζεται.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.28 Dem. 25.31 (English) >>Dem. 25.34

Powered by PhiloLogic